Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.333 Dem. 19.336 (English) >>Dem. 19.339

19.335τίς Μέγαρα πρώην ὀλίγου; τίς Θηβαίους ἰσχυρούς; τούτων γὰρ οὐδὲν τοσούτων καὶ τηλικούτων ὄντων διὰ τοὺς στρατηγοὺς ἀπώλετο, οὐδʼ ἐν τῇ εἰρήνῃ συγχωρηθὲν πεισθέντων ὑμῶν ἔχει Φίλιππος, ἀλλὰ διὰ τούτους ἀπόλωλε καὶ τὴν τούτων δωροδοκίαν. ἂν τοίνυν ταῦτα μὲν φεύγῃ, πλανᾷ δὲ καὶ πάντα μᾶλλον λέγῃ, ἐκείνως αὐτὸν δέχεσθε. “οὐ στρατηγῷ δικάζομεν, οὐ περὶ τούτων κρίνει. μὴ λέγʼ εἴ τις αἴτιός ἐστι καὶ ἄλλος τοῦ Φωκέων ὀλέθρου, ἀλλʼ ὡς οὐ σὺ αἴτιος δεῖξον. τί οὖν, εἴ τι Δημοσθένης ἠδίκει, νῦν λέγεις, ἀλλʼ οὐχ ὅτε τὰς εὐθύνας ἐδίδου κατηγόρεις; διʼ αὐτὸ γὰρ εἶ τοῦτʼ ἀπολωλέναι δίκαιος. 19.336μὴ λέγʼ ὡς καλὸν εἰρήνη, μηδʼ ὡς συμφέρον· οὐδεὶς γὰρ αἰτιᾶταί σε τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην· ἀλλʼ ὡς οὐκ αἰσχρὰ καὶ ἐπονείδιστος, καὶ πόλλʼ ὕστερον ἐξηπατήμεθα, καὶ πάντʼ ἀπώλετο, ταῦτα λέγε. τούτων γὰρ ἁπάντων ἡμῖν αἴτιος σὺ δέδειξαι. καὶ τί δὴ μέχρι νυνὶ τὸν τὰ τοιαῦτα πεποιηκότʼ ἐπαινεῖς;” ἂν οὕτω φυλάττητʼ αὐτόν, οὐχ ἕξει τί λέγῃ, ἀλλὰ τὴν ἄλλως ἐνταῦθʼ ἐπαρεῖ τὴν φωνὴν καὶ πεφωνασκηκὼς ἔσται.

19.337καίτοι καὶ περὶ τῆς φωνῆς ἴσως εἰπεῖν ἀνάγκη· πάνυ γὰρ μέγα καὶ ἐπὶ ταύτῃ φρονεῖν αὐτὸν ἀκούω, ὡς καθυποκρινούμενον ὑμᾶς. ἐμοὶ δὲ δοκεῖτʼ ἀτοπώτατον ἁπάντων ἂν ποιῆσαι, εἰ, ὅτε μὲν τὰ Θυέστου καὶ τῶν ἐπὶ Τροίᾳ κάκʼ ἠγωνίζετο, ἐξεβάλλετʼ αὐτὸν καὶ ἐξεσυρίττετʼ ἐκ τῶν θεάτρων καὶ μόνον οὐ κατελεύεθʼ οὕτως ὥστε τελευτῶντα τοῦ τριταγωνιστεῖν ἀποστῆναι, ἐπειδὴ δʼ οὐκ ἐπὶ τῆς σκηνῆς, ἀλλʼ ἐν τοῖς κοινοῖς καὶ μεγίστοις τῆς πόλεως πράγμασι μυρίʼ εἴργασται κακά, τηνικαῦθʼ ὡς καλὸν φθεγγομένῳ προσέχοιτε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.333 Dem. 19.336 (English) >>Dem. 19.339

Powered by PhiloLogic